Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.7 Joseph. AJ 8.11 (English) >>Joseph. AJ 8.16

8.10καλέσας δὲ τὸν Ἀβιάθαρον τὸν ἱερέαθανάτου μέν, εἶπε, ῥύεταί σε τά τε ἄλλα ὅσα τῷ πατρὶ συνέκαμες καὶ κιβωτός, ἣν σὺν αὐτῷ μετήνεγκας. ταύτην δέ σοι τὴν τιμωρίαν ἐπιτίθημι ταξαμένῳ μετὰ Ἀδωνία καὶ τὰ ἐκείνου φρονήσαντι· μήτε ἐνθάδε ἴσθι μήτε εἰς ὄψιν ἀπάντα τὴν ἐμήν, ἀλλʼ εἰς τὴν πατρίδα πορευθεὶς ἐν τοῖς ἀγροῖς ζῆθι καὶ τοῦτον ἄχρι τελευτῆς ἔχε τὸν βίον ἁμαρτὼν τοῦ μηκέτʼ εἶναι δικαίως ἐν ἀξίᾳ.” 8.11 καταλύεται μὲν οὖν ἀπὸ τῆς ἱερατικῆς τιμῆς Ἰθαμάρου οἶκος διὰ τὴν προειρημένην αἰτίαν, καθὼς καὶ τῷ Ἀβιαθάρου πάππῳ προεῖπεν θεὸς Ἠλεί, μετέβη δʼ εἰς τὸ Φιναάσου γένος πρὸς Σάδωκον. 8.12οἱ δὲ ἰδιωτεύσαντες ἐκ τοῦ Φιναάσου γένους καθʼ ὃν καιρὸν εἰς τὸν Ἰθαμάρου οἶκον ἀρχιερωσύνη μετῆλθεν Ἠλεὶ πρώτου ταύτην παραλαβόντος ἦσαν οὗτοι· τοῦ ἀρχιερέως Ἰησοῦ υἱὸς Βοκίας, τούτου δὲ Ἰώθαμος, Ἰωθάμου δὲ Μαραίωθος, Μαραιώθου δὲ Ἀροφαῖος, Ἀροφαίου δὲ Ἀχίτωβος, Ἀχιτώβου δὲ Σάδωκος, ὃς πρῶτος ἐπὶ Δαυίδου τοῦ βασιλέως ἀρχιερεὺς ἐγένετο. 8.13

Ἰώαβος δὲ στρατηγὸς τὴν ἀναίρεσιν ἀκούσας Ἀδωνία περιδεὴς ἐγένετο, φίλος γὰρ ἦν αὐτῷ μᾶλλον τῷ βασιλεῖ Σολόμωνι, καὶ κίνδυνον ἐκ τούτου διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν οὐκ ἀλόγως ὑποπτεύων καταφεύγει μὲν ἐπὶ τὸ θυσιαστήριον, ἀσφάλειαν δὲ ἐνόμιζεν αὑτῷ ποριεῖν ἐκ τῆς πρὸς τὸν θεὸν εὐσεβείας τοῦ βασιλέως.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.7 Joseph. AJ 8.11 (English) >>Joseph. AJ 8.16

Powered by PhiloLogic